June 2025 – Morning
A Level Classical Greek
H444/04 Verse Literature
Time allowed: 2 hours
You must have:
• the OCR 12-page Answer Booklet
Do not use:
• a dictionary
INSTRUCTIONS
• Use black ink.
• Write your answer to each question in the Answer Booklet. The question numbers must be
clearly shown.
• Fill in the boxes on the front of the Answer Booklet.
• Answer one question in Section A, one question in Section B and one question in Section
C.
INFORMATION
• The total mark for this paper is 75.
• The marks for each question are shown in brackets [ ].
• Quality of extended response will be assessed in questions marked with an asterisk (*).
• This document has 12 pages.
ADVICE
• Read each question carefully before you start your answer.
OCR A Level Classical Greek Verse Literature (H444/04) Question Paper
And Mark Scheme
, 2
Section A
Answer one question from this section.
1 Read the following passages and answer the questions.
ὣς ἄρα τοὶ περὶ νεκρὸν ὁμίλεον, οὐδέ ποτε Ζεὺς
τρέψεν ἀπὸ κρατερῆς ὑσμίνης ὄσσε φαεινώ,
ἀλλὰ κατ᾽ αὐτοὺς αἰὲν ὅρα καὶ φράζετο θυμῷ,
πολλὰ μάλ᾽ ἀμφὶ φόνῳ Πατρόκλου μερμηρίζων,
ἢ ἤδη καὶ κεῖνον ἐνὶ κρατερῇ ὑσμίνῃ 5
αὐτοῦ ἐπ᾽ ἀντιθέῳ Σαρπηδόνι φαίδιμος Ἕκτωρ
χαλκῷ δῃώσῃ, ἀπό τ᾽ ὤμων τεύχε᾽ ἕληται,
ἦ ἔτι καὶ πλεόνεσσιν ὀφέλλειεν πόνον αἰπύν.
ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι
ὄφρ᾽ ἠῢς θεράπων Πηληϊάδεω Ἀχιλῆος 10
ἐξαῦτις Τρῶάς τε καὶ Ἕκτορα χαλκοκορυστὴν
ὤσαιτο προτὶ ἄστυ, πολέων δ᾽ ἀπὸ θυμὸν ἕλοιτο.
Ἕκτορι δὲ πρωτίστῳ ἀνάλκιδα θυμὸν ἐνῆκεν·
ἐς δίφρον δ᾽ ἀναβὰς φύγαδ᾽ ἔτραπε, κέκλετο δ᾽ ἄλλους
Τρῶας φευγέμεναι· γνῶ γὰρ Διὸς ἱρὰ τάλαντα. 15
ἔνθ᾽ οὐδ᾽ ἴφθιμοι Λύκιοι μένον, ἀλλὰ φόβηθεν
πάντες, ἐπεὶ βασιλῆα ἴδον βεβλαμμένον ἦτορ
κείμενον ἐν νεκύων ἀγύρει· πολέες γὰρ ἐπ᾽ αὐτῷ
κάππεσον, εὖτ᾽ ἔριδα κρατερὴν ἐτάνυσσε Κρονίων.
Homer, Iliad XVI.644–662
(a)* How does Homer show the horror and uncertainty of war in this extract?
You should refer both to the content and to the language of the passage. [15]
© OCR 2025 H444/04 Jun25
, 3
ὣς φάτο, Πάτροκλος δ᾽ ἀνεχάζετο πολλὸν ὀπίσσω
μῆνιν ἀλευάμενος ἑκατηβόλου Ἀπόλλωνος.
Ἕκτωρ δ᾽ ἐν Σκαιῇσι πύλῃς ἔχε μώνυχας ἵππους·
δίζε γὰρ ἠὲ μάχοιτο κατὰ κλόνον αὖτις ἐλάσσας,
ἦ λαοὺς ἐς τεῖχος ὁμοκλήσειεν ἀλῆναι. 5
ταῦτ᾽ ἄρα οἱ φρονέοντι παρίστατο Φοῖβος Ἀπόλλων
ἀνέρι εἰσάμενος αἰζηῷ τε κρατερῷ τε
Ἀσίῳ, ὃς μήτρως ἦν Ἕκτορος ἱπποδάμοιο
αὐτοκασίγνητος Ἑκάβης, υἱὸς δὲ Δύμαντος,
ὃς Φρυγίῃ ναίεσκε ῥοῇς ἔπι Σαγγαρίοιο· 10
τῷ μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων·
‘Ἕκτορ τίπτε μάχης ἀποπαύεαι; οὐδέ τί σε χρή.
αἴθ᾽ ὅσον ἥσσων εἰμί, τόσον σέο φέρτερος εἴην·
τώ κε τάχα στυγερῶς πολέμου ἀπερωήσειας.
ἀλλ᾽ ἄγε Πατρόκλῳ ἔφεπε κρατερώνυχας ἵππους, 15
αἴ κέν πώς μιν ἕλῃς, δώῃ δέ τοι εὖχος Ἀπόλλων.’
Homer, Iliad XVI.710–725
(b) Translate ὣς φάτο … ὁμοκλήσειεν ἀλῆναι (lines 1–5). [5]
(c) ταῦτ᾽ ἄρα … εὖχος Ἀπόλλων (lines 6–16): how does Apollo motivate Hector in these lines? [6]
© OCR 2025 H444/04 Jun25 Turn over
, 4
2 Read the following passages and answer the questions.
Τροφός ἀλλ᾽ ἴσθι μέντοι — πρὸς τάδ᾽ αὐθαδεστέρα
γίγνου θαλάσσης — εἰ θανῇ, προδοῦσα σοὺς
παῖδας, πατρῴων μὴ μεθέξοντας δόμων,
μὰ τὴν ἄνασσαν ἱππίαν Ἀμαζόνα,
ἣ σοῖς τέκνοισι δεσπότην ἐγείνατο 5
νόθον φρονοῦντα γνήσι᾽, οἶσθά νιν καλῶς,
Ἱππόλυτον …
Φαίδρα οἴμοι.
Τροφός θιγγάνει σέθεν τόδε;
Φαίδρα ἀπώλεσάς με, μαῖα, καί σε πρὸς θεῶν 10
τοῦδ᾽ ἀνδρὸς αὖθις λίσσομαι σιγᾶν πέρι.
Τροφός ὁρᾷς; φρονεῖς μὲν εὖ, φρονοῦσα δ᾽ οὐ θέλεις
παῖδάς τ᾽ ὀνῆσαι καὶ σὸν ἐκσῶσαι βίον.
Φαίδρα φιλῶ τέκν᾽· ἄλλῃ δ᾽ ἐν τύχῃ χειμάζομαι.
Τροφός ἁγνὰς μέν, ὦ παῖ, χεῖρας αἵματος φορεῖς; 15
Φαίδρα χεῖρες μὲν ἁγναί, φρὴν δ᾽ ἔχει μίασμά τι.
Τροφός μῶν ἐξ ἐπακτοῦ πημονῆς ἐχθρῶν τινος;
Φαίδρα φίλος μ᾽ ἀπόλλυσ᾽ οὐχ ἑκοῦσαν οὐχ ἑκών.
Τροφός Θησεύς τιν᾽ ἡμάρτηκεν ἐς σ᾽ ἁμαρτίαν;
Φαίδρα μὴ δρῶσ᾽ ἔγωγ᾽ ἐκεῖνον ὀφθείην κακῶς. 20
Τροφός τί γὰρ τὸ δεινὸν τοῦθ᾽ ὅ σ᾽ ἐξαίρει θανεῖν;
Φαίδρα ἔα μ᾽ ἁμαρτεῖν· οὐ γὰρ ἐς σ᾽ ἁμαρτάνω.
Euripides, Hippolytus 304–323
(a) * How does this extract reveal the dramatic tension between Phaedra and the Nurse?
You should refer both to the content and to the language of the passage. [15]
© OCR 2025 H444/04 Jun25